Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.37 Dem. 40.41 (English) >>Dem. 40.45

40.39ἂν δὲ λέγῃ ὡς ἀξιοῦντος αὐτοῦ ἐπιτρέψαι Κόνωνι τῷ Τιμοθέου περὶ ἁπάντων ἐγὼ οὐκ ἐβουλόμην ἐπιτρέπειν, ἐνθυμεῖσθε ὡς ἐξαπατᾶν ὑμᾶς ἐπιχειρήσει. ἐγὼ γὰρ περὶ μὲν ὧν αἱ δίκαι οὔπω τέλος εἶχον, ἕτοιμος ἦν ἐπιτρέπειν καὶ Κόνωνι καὶ ἄλλῳ διαιτητῇ ἴσῳ, ὅτῳ οὗτος βούλοιτο· περὶ δὲ ὧν τρὶς πρὸς τὸν διαιτητὴν ἀπαντήσαντος τούτου καὶ ἀντιδικοῦντος μὲν διαιτητὴς ἀπέγνω μου, οὗτος δὲ ἐν τοῖς γνωσθεῖσιν ἐνέμεινεν, ὡς καὶ ὑμῖν μεμαρτύρηται, οὐκ ᾤμην δίκαιον εἶναι ταῦτα πάλιν ἀνάδικα γίγνεσθαι· 40.40τί γὰρ ἂν ἦν πέρας ἡμῖν τοῦ διαλυθῆναι, εἰ τὰ κατὰ τοὺς νόμους διαιτηθέντα λύσας ἑτέρῳ διαιτητῇ ἐπέτρεψα περὶ τῶν αὐτῶν ἐγκλημάτων, ἄλλως τε καὶ ἀκριβῶς εἰδὼς ὅτι, εἰ καὶ πρὸς τοὺς ἄλλους μὴ ἐπιεικές ἐστιν ταῖς διαίταις ἰσχυρίζεσθαι, πρός γε τοῦτον ἁπάντων δικαιότατον ἦν οὕτως προσφέρεσθαι. 40.41φέρε γάρ, εἴ τις αὐτὸν ξενίας γράψαιτο λέγων ὡς διομνύμενος πατὴρ οὐκ ἔφη τοῦτον υἱὸν αὑτοῦ εἶναι, ἔσθʼ ὅτῳ ἂν ἄλλῳ ἰσχυρίζοιτο πρὸς ταῦτα διότι τῆς μητρὸς αὐτῶν ὀμοσάσης καὶ τοῦ διαιτητοῦ καταγνόντος ἠναγκάσθη πατὴρ ἡμῶν ἐμμεῖναι τῇ διαίτῃ; 40.42οὐκοῦν δεινόν, εἰ οὗτος αὐτὸς κατὰ γνῶσιν διαιτητοῦ ὑμέτερος πολίτης γεγενημένος καὶ πρὸς ἐμὲ τὴν οὐσίαν νειμάμενος καὶ τυχὼν τῶν μετρίων ἁπάντων, ἃς ἐγὼ δίκας τοῦτον ἀπέφυγον παρόντα καὶ ἀντιδικοῦντα καὶ τοῖς γνωσθεῖσιν ἐμμένοντα, ταύτας ἀναδίκους ἀξιῶν γίγνεσθαι δίκαιόν τι δοκοίη λέγειν ὑμῖν, ὥσπερ, ὅταν μὲν τούτῳ συμφέρῃ, δέον εἶναι κυρίας τὰς διαίτας, ὅταν δὲ μὴ συμφέρῃ, προσῆκον τὴν τούτου γνώμην κυριωτέραν γενέσθαι τῶν κατὰ τοὺς ὑμετέρους νόμους γνωσθέντων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.37 Dem. 40.41 (English) >>Dem. 40.45

Powered by PhiloLogic